Thesauros Edebiyat hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus
Bölümler
Metin 1–96

Metin

 
Ἀρκαδίη· μέλλεν δὲ μάλʼ εὔυδρος καλέεσθαι 20
 
αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτʼ ἐλύσατο μίτρην,
 
ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων
 
ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας,
 
πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος
 
ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δʼ ἀνήρ 25
 
πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην
 
διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο.
 
καί ῥʼ ὑπʼ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη
 
ʼΓαῖα φίλη τέκε καὶ σύ· τεαὶ δʼ ὠδῖνες ἐλαφραί.ʼ
 
εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν 30
 
πλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη,
 
ἐκ δʼ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα
 
ὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζειν
 
κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο,
 
πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο 35
 
πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε.
 
οὐδʼ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα
 
κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατʼ αὐτό
 
Καυκώνων πτολίεθρον, δ Λέπρειον πεφάτισται,
← Önceki Metin · 2 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi