Thesauros Edebiyat hymns εἰς Δία

εἰς Δία

εἰς Δία Callimachus
Bölümler
Metin 1–96

Metin

 
εἰς Δία.
 
Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν
 
λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα,
 
Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι;
 
πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον;
 
ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον. 5
 
Ζεῦ δὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι,
 
Ζεῦ δὲ δʼ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο;
 
Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
 
Κρῆτες ἐτεκτήναντο· σὺ δʼ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί.
 
ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα 10
 
ἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν ὁ χῶρος
 
ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης
 
ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης
 
ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες)·
 
ἔνθα σʼ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων, 15
 
αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο
 
λύματα χυτλώσαιτο τεὸν δʼ ἐνὶ χρῶτα λοέσσαι.
 
Λάδων ἀλλʼ οὔπω μέγας ἔρρεεν οὐδʼ Ἐρύμανθος,
 
λευκότατος ποταμῶν, ἔτι δʼ ἄβροχος ἦεν ἅπασα
Metin · 1 / 5 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi