Epigram 45
ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτῃ
ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῇ σποδιῇ·
οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει
τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός·
τῶ καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδὺς
5
οὗτος ὁ σιγέρπης ὁ σιγέρπης Bentley; ὁσειγαρνης. εἰς τὸν ἔρωτα βάλῃ.