Epigram 41
Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων,
ὦνερ, καὶ μετέπειτα Δινδυμήνης
ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ ʼν [ὄτλοις Ἐλευθοῦς] Supplement by Editor.
πολλῶν προστασίη νέων γυναικῶν.
καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσʼ ἐκείνων
5
εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων.