Thesauros Edebiyat hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 2

 
εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ
 
ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
 
ἥλιον ἐν λέσχῃ κατεδύσαμεν· ἀλλὰ σὺ μέν που,
 
ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·
 
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων 5
 
ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi