Thesauros Edebiyat hymns Ἐπιγράμματα

Ἐπιγράμματα

Ἐπιγράμματα Callimachus

Epigram 2

 
εἶπέ τις Ἡράκλειτε τεὸν μόρον, ἐς δέ με δάκρυ
 
ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι
 
ἥλιον ἐν λέσχηι κατεδύσαμεν· ἀλ̀λὰ σὺ μέν που
 
ξεῖνʼ ʼΑλικαρνησεῦ τετράπαλαι σποδιή·
 
αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ἧισιν ὁ πάντων 5
 
ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi