Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
Θεσπρωτὸς ἄμφω καὶ Χαλαστραῖος λέων,
 
πρηνῆ θʼ ὁμαίμων πάντα κυπώσας δόμον
 
ἀναγκάσῃ πτήξαντας Ἀργείων πρόμους
 
σῆναι Γαλάδρας τὸν στατηλάτην λύκον
 
καὶ σκῆπτρʼ ὀρέξαι τῆς πάλαι μοναρχίας. 1445
 
ᾧ δὴ μεθʼ ἕκτην γένναν αὐθαίμων ἐμὸς
 
εἷς τις παλαιστής, συμβαλὼν ἀλκὴν δορὸς
 
πόντου τε καὶ γῆς κεἰς διαλλαγὰς μολών,
 
πρέσβιστος ἐν φίλοισιν ὑμνηθήσεται,
 
σκύλων ἀπαρχὰς τὰς δορικτήτους λαβών. 1450
 
τί μακρὰ τλήμων εἰς ἀνηκόους πέτρας,
 
εἰς κῦμα κωφόν, εἰς νάπας δασπλήτιδας
 
βαύζω, κενὸν ψἀλλουσα μάστακος κρότον;
 
πίστιν γὰρ ἡμῶν Λεψιεὺς ἐνόσφισε,
 
ψευδηγόροις φήμαισιν ἐγχρίσας ἔπη, 1455
 
καὶ θεσφάτων πρόμαντιν ἀψευδῆ φρόνιν,
 
λέκτρων στερηθεὶς ὧν ἐκάλχαινεν τυχεῖν.
 
θήσει δʼ ἀληθῆ. σὺν κακῷ δέ τις μαθών,
 
ὅτʼ οὐδὲν ἔσται μῆχος ὠφελεῖν πάτραν,
 
τὴν φοιβόληπτον αἰνέσει χελιδόνα. 1460
← Önceki Metin · 73 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi