Metin
ὃς δή ποτʼ ἀμφώδοντος ἐξ ἄκρων λοβῶν
φθέρσας κύφελλα καλλυνεῖ παρωτίδας,
δαπταῖς τιτύσκων αἱμοπώταισιν φόβον.
τῷ πᾶσα Φλεγρὰς αἶα δουλωθήσεται
Θραμβουσία τε δειρὰς ἥ τʼ ἐπάκτιος
1405
στόρθυγξ Τίτωνος αἵ τε Σιθόνων πλάκες
Παλληνία τʼ ἄρουρα, τὴν ὁ βούκερως
Βρύχων λιπαίνει, γηγενῶν ὑπηρέτης.
πολλῶν δʼ ἐναλλὰξ πημάτων ἀπάρξεται
Κανδαῖος ἢ Μάμερτος, ἢ τί χρὴ καλεῖν
1410
τὸν αἱμοφύρτοις ἑστιώμενον μάχαις;
οὐ μὰν ὑπείξει γʼ ἡ ʼπιμηθέως τοκάς,
ἀλλʼ ἀντὶ πάντων Περσέως ἕνα σπορᾶς
στελεῖ γίγαντα, τῷ θάλασσα μὲν βατὴ
πεζῷ ποτʼ ἔσται, γῆ δὲ ναυσθλωθήσεται
1415
ῥήσσοντι πηδοῖς χέρσον. οἱ δὲ Λαφρίας
οἶκοι Μαμέρσας, ᾐθαλωμένοι φλογὶ
σὺν καλίνοισι τειχέων προβλήμασι
τὸν χρησμολέσχην αἰτιάσονται βλάβης,
ψαίνυνθα θεσπίζοντα Πλούτωνος λάτριν.
1420