Metin
ἀλλʼ ἀστίβητον οἶμον, οἷά τις σιφνεύς,
κευθμῶνος ἐν σήραγγι τετρήνας μυχούς,
νέρθεν θαλάσσης ἀτραποὺς διήνυσε,
τέκνων ἀλύξας τὰς ξενοκτόνους πάλας
καὶ πατρὶ πέμψας τὰς ἐπηκόους λιτὰς
125
στῆσαι παλίμπουν εἰς πάτραν, ὅθεν πλάνης
Παλληνίαν ἐπῆλθε γηγενῶν τροφόν—
κεῖνός σε, Γουνεὺς ὥσπερ, ἐργάτης δίκης
τῆς θʼ Ἡλίου θυγατρὸς Ἰχναίας βραβεύς,
ἐπεσβολήσας λυγρὰ νοσφιεῖ γάμων,
130
λίπτοντα κάσσης ἐκβαλὼν πελειάδος·
ὅς τοὺς Λύκου τε καὶ Χιμαιρέως τάφους
χρησμοῖσι κυδαίνοντας οὐκ αἰδούμενος
οὐδʼ Ἀνθέως ἔρωτας οὐδὲ τὸν ξένοις
σύνδορπον Αἰγαίωνος ἁγνίτην πάγον
135
ἔτλης θεῶν ἀλοιτὸς ἐκβῆναι δίκην,
λάξας τράπεζαν κἀνακυπώσας Θέμιν,
ἄρκτου τιθήνης ἐκμεμαγμένος τρόπους.
τοιγὰρ ψαλάξεις εἰς κενὸν νευρᾶς κτύπον,
ἄσιτα κὰδώρητα φορμίζων μέλη·
140