Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
καὶ Σαλπίων βεβῶσαν ὀχθηρῶν πάγων.
 
λοῖσθος δʼ ἐγείρει γρυνὸς ἀρχαίαν ἔριν,
 
πῦρ εὗδον ἤδη τὸ πρὶν ἐξάπτων φλογί,
 
ἐπεὶ Πελασγοὺς εἶδε Ῥυνδακοῦ ποτῶν
 
κρωσσοῖσιν ὀθνείοισι βάψαντας γάνος. 1365
 
ἡ δʼ αὖθις οἰστρήσασα τιμωρουμένη
 
τριπλᾶς τετραπλᾶς ἀντιτίσεται βλάβας,
 
πορθοῦσα χώρας ἀντίπορθμον ᾐόνα.
 
πρῶτος μὲν ἥξει Ζηνὶ τῷ Λαπερσίῳ
 
ὁμώνυμος Ζεύς, ὃς καταιβάτης μολὼν 1370
 
σκηπτῷ πυρώσει πάντα δυσμενῶν σταθμά.
 
σὺν ᾧ θανοῦμαι, κἀν νεκροῖς στρωφωμένη
 
τὰ λοίπʼ ἀκούσω ταῦθʼ, ἃ νῦν μέλλω θροεῖν.
 
ὁ δεύτερος δέ, τοῦ πεφασμένου κέλωρ
 
ἐν ἀμφιβλήστροις ἔλλοπος μυνδοῦ δίκην, 1375
 
καταιθαλώσει γαῖαν ὀθνείαν, μολὼν
 
χρησμοῖς Ἰατροῦ σὺν πολυγλώσσῳ στρατῶ.
 
τρίτος δʼ, ἄνακτος τοῦ δρυηκόπου γόνος,
 
τὴν τευχοπλάστιν παρθένον Βραγχησίαν
 
παραιολίξας βῶλον ἐμπεφυρμένην 1380
← Önceki Metin · 69 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi