Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
βροτησίαν ἱεῖσαν, ἔμπαιον δρόμων.
 
πάλιν δʼ ὁ πέτρας ἀσκέρας ἀνειρύσας
 
καὶ φασγάνου ζωστῆρα καὶ ξίφος πατρός,
 
ὁ Φημίου παῖς, Σκῦρος ᾧ λυγροὺς τάφους
 
κρημνῶν ἔνερθεν αἰγίλιψ ῥοιζουμένων 1325
 
πάλαι δοκεύει τὰς ἀταρχύτους ῥιφάς,
 
σὺν θηρὶ βλώξας τῷ σπάσαντι δηίας
 
Μύστῃ Τροπαίας μαστὸν εὔθηλον θεᾶς,
 
ζωστηροκλέπτης, νεῖκος ὤρινεν διπλοῦν,
 
στόρνην τʼ ἀμέρσας καὶ Θεμισκύρας ἄπο 1330
 
τὴν τοξόδαμνον νοσφίσας Ὀρθωσίαν.
 
ἧς αἱ ξύναιμοι, παρθένοι Νεπτουνίδος,
 
ἔριν λιποῦσαι, Λάγμον, ἠδὲ Τήλαμον,
 
καὶ χεῦμα Θερμώδοντος Ἀκταῖόν τʼ ὄρος,
 
ποινὰς ἀθἐλκτους θʼ ἁρπαγὰς διζήμεναι, 1335
 
ὑπὲρ κελαινὸν Ἴστρον ἤλασαν Σκύθας
 
ἵππους, ὁμοκλήτειραν ἱεῖσαι βοὴν
 
Γραικοῖσιν ἀμνάμοις τε τοῖς Ἐρεχθέως.
 
καὶ πᾶσαν Ἀκτὴν ἐξεπόρθησαν δορί,
 
τοὺς Μοψοπείους αἰθαλώσασαι γύας. 1340
← Önceki Metin · 67 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi