Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
δείμας δὲ σηκὸν Μυνδίᾳ Παλληνίδι,
 
πατρᾦ ἀγάλματʼ ἐγκατοικεῖ θεῶν.
 
ἃ δή, παρώσας καὶ δάμαρτα καὶ τέκνα
 
καὶ κτῆσιν ἄλλην ὀμπνίαν κειμηλίων,
 
σὺν τῷ γεραιῷ πατρὶ πρεσβειώσεται, 1265
 
πέπλοις περισχών, ἦμος αἰχμηταὶ κύνες,
 
τὰ πάντα πάτρας συλλαφύξαντες πάλῳ,
 
τούτῳ μόνῳ πόρωσιν αἵρεσιν, δόμων
 
λαβεῖν ὅ χρῄζει κἀπενέγκασθαι δάνος.
 
τῷ καὶ παρʼ ἐχθροῖς εὐσεβέστατος κριθείς, 1270
 
τὴν πλεῖστον ὑμνηθεῖσαν ἐν χάρμαις πάτραν
 
ἐν ὀψιτέκνοις ὀλβίαν δωμήσεται,
 
τύρσιν μακεδνὰς ἀμφὶ Κιρκαίου νάπας
 
Ἀργοῦς τε κλεινὸν ὅρμον Αἰήτην μέγαν,
 
λίμνης τε Φόρκης Μαρσιωνίδος ποτὰ 1275
 
Τιτώνιόν τε χεῦμα τοῦ κατὰ χθονὸς
 
δύνοντος εἰς ἄφαντα κευθμῶνος βάθη,
 
Ζωστηρίου τε κλιτύν, ἔνθα παρθένου
 
στυγνὸν Σιβύλλης ἐστὶν οἰκητήριον,
 
γρώνῳ βερέθρῳ συγκατηρεφὲς στέγης. 1280
← Önceki Metin · 64 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi