Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
νηδύν, τὸν ἀντίποινον ἐγμάψας πέτρον,
 
ἐν γυιοκόλλοις σπαργάνοις εἰλημένον,
 
τύμβος γεγὼς Κένταυρος ὠμόφρων σπορᾶς.
 
νήσοις δὲ μακάρων ἐγκατοικήσεις μέγας
 
ἥρως, ἀρωγὸς λοιμικῶν τοξευμάτων, 1205
 
ὅπου σε πεισθεὶς Ὠγύγου σπαρτὸς λεὼς
 
χρησμοῖς Ἰατροῦ Λεψίου Τερμινθέως
 
ἐξ Ὀφρυνείων ἠρίων ἀνειρύσας
 
ἄξει Καλύδνου τύρσιν Ἀόνων τε γῆν
 
σωτῆρʼ, ὅταν κάμνωσιν ὁπλίτῃ στρατῷ 1210
 
πέρθοντι χώραν Τηνέρου τʼ ἀνάκτορα.
 
κλέος δὲ σὸν μέγιστον Ἐκτήνων πρόμοι
 
λοιβαῖσι κυδανοῦσιν ἀφθίτοις ἴσον.
 
ἥξει δὲ Κνωσσὸν κἀπὶ Γόρτυνος δόμους
 
τοὐμὸν ταλαίνης πῆμα, πᾶς δʼ ἀνάστατος 1215
 
ἔσται στρατηγῶν οἶκος. οὐ γάρ ἥσυχος
 
πορκεὺς δίκωπον σέλμα ναυστολῶν ἐλᾷ,
 
Λεῦκον στροβήσων φύλακα τῆς μοναρχίας,
 
ψυδραῖσί τε ἔχθραν μηχαναῖς ἀναπλέκων.
 
ὃς οὔτε τέκνων φείσετʼ οὔτε συγγάμου 1220
← Önceki Metin · 61 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi