Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
Σιθῶνος εἰς θυγατρὸς ἵξονται γύας,
 
λαθραῖα κἀκκέλευθα παπταλώμεναι,
 
ἕως ἂν εἰσθρέξωσιν Ἀμφείρας δόμους
 
λιταῖς Σθένειαν ἵκτιδες γουνούμεναι.
 
θεᾶς δʼ ὀφελτρεύσουσι κοσμοῦσαι πέδον, 1165
 
δρόσῳ τε φοιβάσουσιν, ἀστεργῆ χόλον
 
ἀστῶν φυγοῦσαι. πᾶς γὰρ Ἰλιεὺς ἀνὴρ
 
κόρας δοκεύσει, πέτρον ἐν χεροῖν ἔχων,
 
ἢ φάσγανον κελαινόν, ἢ ταυροκτόνον
 
στερρὰν κύβηλιν, ἢ Φαλακραῖον κλάδον, 1170
 
μαιμῶν κορέσσαι χεῖρα διψῶσαν φόνου.
 
δῆμος δʼ ἀνατεὶ τὸν κτανόντʼ ἐπαινέσει,
 
τεθμῷ χαράξας, τοὐπιλώβητον γένος.
 
ὦ μῆτερ, ὦ δύσμητερ, οὐδὲ σὸν κλέος
 
ἄπυστον ἔσται, Περσέως δὲ παρθένος 1175
 
Βριμὼ Τρίμορφος θήσεταί σʼ ἑπωπίδα
 
κλαγγαῖσι ταρμύσσουσαν ἐννύχοις βροτούς,
 
ὅσοι μεδούσης Στρυμόνος Ζηρυνθίας
 
δείκηλα μὴ σέβουσι λαμπαδουχίαις,
 
θύσθλοις Φεραίαν ἐξακεύμενοι θεάν. 1180
← Önceki Metin · 59 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi