Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ἐν ἀμφιβλήστρῳ συντεταργανωμένος
 
τυφλαῖς ματεύσει χερσὶ κροσσωτοὺς ῥαφάς.
 
θερμὴν δʼ ὑπαὶ λουτρῶνος ἀρνεύων στέγην
 
τιβῆνα καὶ κύπελλον ἐγκάρῳ ῥανεῖ,
 
τυπεὶς σκεπάρνῳ κόγχον εὐθήκτῳ μέσον. 1105
 
οἰκτρὰ δέ πέμφιξ Ταίναρον πτερύξεται,
 
λυπρὰν λεαίνης εἰσιδοῦσʼ οἰκουρίαν.
 
ἐγὼ δὲ δροίτης ἄγχι κείσομαι πέδῳ,
 
Χαλυβδικῷ κνώδοντι συντεθραυσμένη,
 
ἐπεί με, πεύκης πρέμνον ἢ στύπος δρυὸς 1110
 
ὅπως τις ὑλοκουρὸς ἐργάτης ὀρεύς,
 
ῥήξει πλατὺν τένοντα καὶ μετάφρενον,
 
καὶ πᾶν λακίζουσʼ ἐν φοναῖς ψυχρὸν δέμας
 
δράκαινα διψὰς κἀπιβᾶσʼ ἐπʼ αὐχένος
 
πλήσει γέμοντα θυμὸν ἀγρίας χολῆς, 1115
 
ὡς κλεψίνυμφον κοὐ δορίκτητον γέρας
 
δύσζηλος ἀστέμβακτα τιμωρουμένη.
 
βοῶσα δʼ οὐ κλύοντα δεσπότην πόσιν
 
θεύσω κατʼ ἴχνος ἠνεμωμένη πτεροῖς.
 
σκύμνος δὲ πατρὸς κῆρα μαστεύων φόνου 1120
← Önceki Metin · 56 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi