Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
κεῖται, κάρα μάστιγι γογγύλῃ τυπείς,
 
ῥείθροισιν ὠκὺς ἔνθα μύρεται Σίνις,
 
ἄρδων βαθεῖαν Χωνίας παγκληρίαν.
 
πόλιν δʼ ὁμοίαν Ἰλίῳ δυσδαίμονες
 
δείμαντες, ἀλγυνοῦσι Λαφρίαν κόρην 985
 
σάλπιγγα, δῃώσαντες ἐν ναῷ θεᾶς
 
τοὺς πρόσθʼ ἔδεθλον Ξουθίδας ᾠκηκότας.
 
γλήναις δʼ ἄγαλμα ταῖς ἀναιμάτοις μύσει,
 
στυγνὴν Ἀχαιῶν εἰς Ἰάονας βλάβην
 
λεῦσσον φόνον τʼ ἔμφυλον ἀγραύλων λύκων, 990
 
ὅταν θανὼν λῄταρχος ἱρείας σκύλαξ
 
πρῶτος κελαινῷ βωμὸν αἱμάξῃ βρότῳ.
 
ἄλλοι δὲ πρῶνας δυσβάτους Τυλησίους
 
λίνου θʼ ἁλισμήκτοιο δειραίαν ἄκραν
 
Ἀμαζόνος σύγκληρον ἄρσονται πέδον, 995
 
δούλης γυναικὸς ζεῦγλαν ἐνδεδεγμένοι,
 
ἣν χαλκομίτρου θῆσσαν ὀτρηρῆς κόρης
 
πλανῆτιν ἄξει κῦμα πρὸς ξένην χθόνα.
 
ἧς ἐκπνεούσης λοῖσθον ὀφθαλμὸς τυπεὶς
 
πιθηκομόρφῳ πότμον Αἰτωλῷ φθόρῳ 1000
← Önceki Metin · 50 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi