Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
καὶ Δωρίδος, πρηστῆρα δαΐου μάχης,
 
καὶ μήτε χρυσῷ φαιδρὰ καλλύνειν ῥέθη,
 
μήθʼ ἁβροπήνους ἀμφιβάλλεσθαι πέπλους
 
κάλχῃ φορυκτούς, οὕνεκεν θεᾷ θεὸς
 
χέρσου μέγαν στόρθυγγα δωρεῖται κτίσαι. 865
 
ἥξει δὲ ταύρου γυμνάδας κακοξένους
 
πάλης κονίστρας, ὅν τε Κωλῶτις τεκνοῖ,
 
Ἀλεντία κρείουσα Λογγούρου μυχῶν,
 
Ἅρπης Κρόνου πήδημα Καγχείας θʼ ὕδωρ
 
κάμψας, Γονοῦσάν τʼ ἠδὲ Σικανῶν πλάκας, 870
 
καὶ θηροχλαίνου σηκὸν ὠμηστοῦ λύκου,
 
ὃν Κρηθέως ἄμναμος ὁρμίσας σκάφος
 
ἔδειμε πεντήκοντα σὺν ναυηγέταις.
 
κρόκαι δὲ Μινυῶν εὐλιπῆ στελγίσματα
 
τηροῦσιν, ἅλμης οὐδὲ φοιβάζει κλύδων 875
 
οὐδʼ ὀμβρία σμήχουσα δηναιὸν νιφάς.
 
ἄλλους δὲ θῖνες οἵ τε Ταυχείρων πέλας
 
μύρμηκες αἰάζουσιν ἐκβεβρασμένους
 
ἔρημον εἰς Ἄτλαντος οἰκητήριον
 
θρυλιγμάτων δέρτροισι προσσεσηρότας· 880
← Önceki Metin · 44 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi