Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
φάλαινα δυσμίσητος ἐξινωμένη,
 
ἱπποβρότους ὠδῖνας οἴξαντος τόκων
 
τῆς δειρόπαιδος μαρμαρώπιδος γαλῆς·
 
ὃς ζῳοπλαστῶν ἄνδρας ἐξ ἄκρου ποδὸς
 
ἀγαλματώσας ἀμφελυτρώσει πέτρῳ, 845
 
λαμπτηροκλέπτης τριπλανοῦς ποδηγίας.
 
Ἐπόψεται δὲ τοὺς θερειπότους γύας
 
καὶ ῥεῖθρον Ἀσβύσταο καὶ χαμευνάδας
 
εὐνάς, δυσόδμοις θηρσὶ συγκοιμώμενος.
 
καὶ πάντα τλήσεθʼ οὕνεκʼ Αἰγύας κυνὸς 850
 
τῆς θηλύπαιδος καὶ τριάνορος κόρης.
 
ἥξει δʼ ἀλήτης εἰς Ἰαπύγων στρατόν,
 
καὶ δῶρʼ ἀνάψει παρθένῳ Σκυλητρίᾳ
 
Ταμάσσιον κρατῆρα καὶ βοάγριον
 
καὶ τὰς δάμαρτος ἀσκέρας εὐμάριδας. 855
 
ἥξει δὲ Σῖριν καὶ Λακινίου μυχούς,
 
ἐν οἷσι πόρτις ὄρχατον τεύξει θεᾷ
 
Ὁπλοσμίᾳ φυτοῖσιν ἐξησκημένον.
 
γυναιξὶ δʼ ἔσται τεθμὸς ἐγχώροις ἀεὶ
 
πενθεῖν τὸν εἰνάπηχυν Αἰακοῦ τρίτον 860
← Önceki Metin · 43 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi