Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ἐν ᾗ ποτʼ αὖθις Ἡρακλῆ φθίσει δράκων
 
Τυμφαῖος ἐν θοίναισιν Αἰθίκων πρόμος,
 
τὸν Αἰακοῦ τε κἀπὸ Περσέως, σπορᾶς
 
καὶ Τημενείων οὐκ ἄπωθεν αἱμάτων.
 
Πέργη δέ μιν θανόντα, Τυρσηνῶν ὄρος, 805
 
ἐν Γορτυναίᾳ δέξεται πεφλεγμένον,
 
ὅταν στενάζων κῆρας ἐκπνεύσῃ βίον
 
παιδός τε καὶ δάμαρτος, ἣν κτείνας πόσις
 
αὐτὸς πρὸς Ἅιδην δευτέραν ὁδὸν περᾷ,
 
σφαγαῖς ἀδελφῆς ἠλοκισμένος δέρην, 810
 
Γλαύκωνος Ἀψύρτοιό τʼ αὐτανεψίας.
 
χὠ μὲν τοσούτων θῖνα πημάτων ἰδὼν
 
ἄστρεπτον Ἅιδην δύσεται τὸ δεύτερον,
 
γαληνὸν ἦμαρ οὔποτʼ ἐν ζωῇ δρακών.
 
ὦ σχέτλἰ , ὥς σοι κρεῖσσον ἦν μίμνειν πάτρᾳ 815
 
βοηλατοῦντα καὶ τὸν ἐργάτην μύκλον
 
κάνθωνʼ ὑπὸ ζεύγλαισι μεσσαβοῦν ἔτι
 
πλασταῖσι λύσσης μηχαναῖς οἰστρημένον
 
ἢ τηλικῶνδε πεῖραν ὀτλῆσαι κακῶν.
 
Ὁ δʼ αἰνόλεκτρον ἁρπαγεῖσαν εὐνέτης 820
← Önceki Metin · 41 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi