Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
στόρθυγξι. νῆσον δʼ εἰς Κρόνῳ στυγουμένην
 
ἅρπην περάσας, μεζέων κρεανόμον,
 
ἄχλαινος ἵκτης, πημάτων λυγρῶν κόπις,
 
τὸν μυθοπλάστην ἐξυλακτήσει γόον,
 
ἀρὰς τετικὼς τοῦ τυφλωθέντος δάκους. 765
 
οὔπω μάλʼ, οὔπω· μὴ τοσόσδʼ ὕπνος λάβοι
 
λήθης Μέλανθον ἐγκλιθένθʼ Ἱππηγέτην.
 
ἥξει γάρ, ἥξει ναύλοχον Ῥείθρου σκέπας
 
καὶ Νηρίτου πρηῶνας. ὄψεται δὲ πᾶν
 
μέλαθρον ἄρδην ἐκ βάθρων ἀνάστατον 770
 
μύκλοις γυναικόκλωψιν. ἡ δὲ βασσάρα
 
σεμνῶς κασωρεύουσα κοιλανεῖ δόμους,
 
θοίναισιν ὄλβον ἐκχέασα τλήμονος.
 
αὐτὸς δὲ πλείω τῶν ἐπὶ Σκαιαῖς πόνους
 
ἰδὼν μολοβρός, τλήσεται μὲν οἰκετῶν 775
 
στυγνὰς ἀπειλὰς εὐλόφῳ νώτῳ φέρειν
 
δέννοις κολασθείς, τλήσεται δὲ καὶ χερῶν
 
πληγαῖς ὑπείκειν καὶ βολαῖσιν ὀστράκων.
 
οὐ γὰρ ξέναι μάστιγες, ἀλλὰ δαψιλὴς
 
σφραγὶς μενεῖ Θόαντος ἐν πλευραῖς ἔτι, 780
← Önceki Metin · 39 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi