Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
καύηξ, ἐρινοῦ προσκαθήμενος κλάδῳ
 
ὡς μὴ καταβρόξῃ νιν ἐν ῥόχθοις κλύδων,
 
Χάρυβδιν ἐκφυσῶσαν ἑλκύσας βυθῷ.
 
βαιὸν δὲ τερφθεὶς τοῖς Ἀτλαντίδος γάμοις,
 
ἀναυλόχητον αὐτοκάβδαλον σκάφος 745
 
βῆναι ταλάσσει καὶ κυβερνῆσαι τάλας
 
αὐτουργότευκτον βᾶριν εἰς μέσην τρόπιν
 
εἰκαῖα γόμφοις προστεταργανωμένην.
 
ἧς οἷα τυτθὸν Ἀμφίβαιος ἐκβράσας
 
τῆς κηρύλου δάμαρτος ἀπτῆνα σπόρον 750
 
αὐταῖς μεσόδμαις καὶ σὺν ἰκρίοις βαλεῖ
 
πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις.
 
πόντου δʼ ἄυπνος ἐνσαρούμενος μυχοῖς,
 
ἀστῷ σύνοικος Θρῃκίας Ἀνθηδόνος
 
ἔσται. παρʼ ἄλλου δʼ ἄλλος, ὡς πεύκης κλάδον, 755
 
βύκτης στροβήσει φελλὸν ἐνθρώσκων πνοαῖς.
 
μόλις δὲ Βύνης ἐκ παλιρροίας κακῆς
 
ἄμπυξ σαώσει στέρνα δεδρυφαγμένον
 
καἰ χεῖρας ἄκρας, αἷς κρεαγρεύτους πέτρας
 
μάρπτων ἁλιβρώτοισιν αἱμαχθήσεται 760
← Önceki Metin · 38 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi