Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
μέλλοντες, ἔν τε δαιτὶ καὶ θαλυσίοις
 
λοιβαῖσι μειλίσσωσιν ἀστεργῆ Κράγον,
 
θήσει βαρὺν κογῳὸν ἐν λέσχαις μέσον.
 
καὶ πρῶτα μὲν μύθοισιν ἀλλήλους ὀδὰξ
 
βρύξουσι κηκασμοῖσιν ὠκριωμένοι, 545
 
αὖθις δʼ ἐναιχμάσουσιν αὐτανέψιοι,
 
ἀνεψιαῖς ὄρνισι χραισμῆσαι γάμους
 
βιαιοκλῶπας ἁρπαγάς τε συγγόνων
 
χρῄζοντες, ἀλφῆς τῆς ἀεδνώτου δίκην.
 
ἦ πολλὰ δὴ βέλεμνα Κνηκιὼν πόρος 550
 
ῥιφέντα τόλμαις αἰετῶν ἐπόψεται,
 
ἄπιστα καὶ θαμβητὰ Φηραίοις κλύειν.
 
ὁ μὲν κρανείᾳ κοῖλον οὐτάσας στύπος
 
φηγοῦ κελαινῆς διπτύχων ἕνα φθερεῖ,
 
λέοντα ταύρῳ συμβαλόντα φύλοπιν. 555
 
ὁ δʼ αὖ σιγύμνῳ πλεύρʼ ἀναρρήξας βοὸς
 
κλινεῖ πρὸς οὖδας. τῷ δὲ δευτέραν ἔπι
 
πληγὴν ἀθαμβὴς κριὸς ἐγκορύψεται,
 
ἄγαλμα πήλας τῶν Ἀμυκλαίων τάφων.
 
ὁμοῦ δὲ χαλκὸς καὶ κεραύνιοι βολαὶ 560
← Önceki Metin · 28 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi