Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
λυκαινομόρφων Νυκτίμου κρεανόμων,
 
τῶν πρόσθε μήνης φηγίνων πύρνων ὀχὴν
 
σπληδῷ κατʼ ἄκρον χεῖμα θαλψάντων πυρός,
 
χαλκωρυχήσει καὶ τὸν ἐκ βόθρου σπάσει
 
βῶλον, δικέλλῃ πᾶν μεταλλεύων γνύθος. 485
 
οὗ φῖτυν ἠνάριξεν Οἰταῖος στόνυξ,
 
βουβῶνος ἐν τόρμαισι θρυλίξας δέμας.
 
ἔγνω δʼ ὁ τλήμων σὺν κακῷ μαθὼν ἔπος,
 
ὡς πολλὰ χείλευς καὶ δεπαστραίων ποτῶν
 
μέσῳ κυλίνδει μοῖρα παμμήστωρ βροτῶν. 490
 
ὁ δʼ αὐτὸς ἀργῷ πᾶς φαληριῶν λύθρῳ,
 
στόρθυγξ δεδουπὼς τὸν κτανόντʼ ἠμύνατο,
 
πλήξας ἀφύκτως ἄκρον ὀρχηστοῦ σφυρόν.
 
τρίτος δὲ τοῦ μάρψαντος ἐκ κοίλης πέτρας
 
κέλωρ γίγαντος ὅπλα, τοῦ ποτʼ εἰς λέχος 495
 
λαθραῖον αὐτόκλητος Ἰδαία πόρις
 
ἡ ζῶσʼ ἐς Ἅιδην ἵξεται καταιβάτις,
 
θρήνοισιν ἐκτακεῖσα, Μουνίτου τοκάς·
 
ὃν δή ποτʼ ἀγρώσσοντα Κρηστώνης ἔχις
 
κτενεῖ, πατάξας πτέρναν ἀγρίῳ βέλει, 500
← Önceki Metin · 25 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi