Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
τὸν πατρὶ πλεῖστον ἐστυγημένον βροτῶν,
 
ὅμηρον ὅς μιν θῆκε τετρήνας λύχνους,
 
ὅτʼ εἰς νόθον τρήρωνος ηὐνάσθη λέχος.
 
Τρισσοὺς δὲ ταρχύσουσι Κερκάφου νάπαι
 
Ἄλεντος οὐκ ἄπωθε καύηκας ποτῶν· 425
 
τὸν μέν, Μολοσσοῦ Κυπέως Κοίτου κύκνον,
 
συὸς παραπλαγχθέντα θηλείας τόκων,
 
ὅτʼ εἰς ὀλύνθων δῆριν ἑλκύσας σοφὴν
 
τὸν ἀνθάμιλλον αὐτὸς ἐκ μαντευμάτων
 
σφαλεὶς ἰαύσει τὸν μεμορμένον πότμον· 430
 
τὸν δʼ αὖ τέταρτον ἐγγόνων Ἐρεχθέως,
 
αἴθωνος αὐτάδελφον ἐν πλασταῖς γραφαῖς·
 
τρίτον δέ, τοῦ μόσσυνας Ἐκτήνων ποτὲ
 
στερρᾷ δικέλλῃ βουσκαφήσαντος γόνον,
 
ὃν Γογγυλάτης εἷλε Βουλαῖος Μυλεύς, 435
 
ἀγηλάτῳ μάστιγι συνθραύσας κάρα,
 
ἦμος ξυναίμους πατρὸς αἱ Νυκτὸς κόραι
 
πρὸς αὐτοφόντην στρῆνον ὥπλισαν μόρου.
 
δοιοὶ δὲ ῥείθρων Πυράμου πρὸς ἐκβολαῖς
 
αὐτοκτόνοις σφαγαῖσι Δηραίνου κύνες 440
← Önceki Metin · 22 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi