Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
τύμβος δὲ γείτων ὄρτυγος πετρουμένης
 
τρέμων φυλάξει ῥόχθον Αἰγαίας ἁλός.
 
τὴν Καστνίαν δὲ καὶ Μελιναίαν θεὸν
 
λυπρὸς παρʼ Ἅιδην δεννάσει κακορροθῶν,
 
ἥ μιν παλεύσει δυσλύτοις οἴστρου βρόχοις, 405
 
ἔρωτας οὐκ ἔρωτας, ἀλλʼ Ἐρινύων
 
πικρὰν ἀποψήλασα κηρουλκὸν πάγην.
 
ἅπασα δʼ ἄλγη δέξεται κωκυμάτων,
 
ὅσην Ἄρατθος ἐντὸς ἠδὲ δύσβατοι
 
Λειβήθριαι σφίγγουσι Δωτίου πύλαι, 410
 
οἷς οὑμὸς ἔσται κἀχερουσίαν πάρα
 
ῥηγμῖνα δαρὸν ἐστεναγμένος γάμος.
 
πολλῶν γὰρ ἐν σπλάγχνοισι τυμβευθήσεται
 
βρωθεὶς πολυστοίχοισι καμπέων γνάθοις
 
νήριθμος ἑσμός· οἱ δʼ ἐπὶ ξένης ξένοι, 415
 
παῶν ἔρημοι δεξιώσονται τάφους.
 
τὸν μὲν γὰρ Ἠιὼν Στρυμόνος Βισαλτία,
 
Ἀψυνθίων ἄγχουρος ἠδὲ Βιστόνων,
 
κουροτρόφον πάγουρον Ἠδωνῶν πέλας
 
κρύψει, πρὶν ἢ Τυμφρηστὸν αὐγάσαι λέπας, 420
← Önceki Metin · 21 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi