Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ὅσων δὲ θύννων ἠλοκισμένων ῥαφὰς
 
πρὸς τηγάνοισι κρατός, ὧν καταιβάτης
 
σκηπτὸς κατʼ ὄρφνην γεύσεται δῃουμένων,
 
ὅταν καρηβαρεῦντας ἐκ μέθης ἄγων
 
λαμπτῆρα φαίνῃ τὸν ποδηγέτην σκότου 385
 
σίντης, ἀγρύπνῳ προσκαθήμενος τέχνῃ.
 
τὸν δʼ οἷα δύπτην κηρύλον διὰ στενοῦ
 
αὐλῶνος οἴσει κῦμα γυμνήτην φάγρον,
 
διπλῶν μεταξὺ χοιράδων σαρούμενον.
 
Γυραῖσι δʼ ἐν πέτραισι τερσαίνων πτερὰ 390
 
στάζοντα πόντου, δευτέραν ἅλμην σπάσει,
 
βληθεὶς ἀπʼ ὄχθων τῷ τριωνύχῳ δορί,
 
ᾧ νιν κολαστὴς δεινὸς οὐτάσας λατρεὺς
 
ἀναγκάσει φάλλαισι κοινωνεῖν δρόμου
 
κόκκυγα κομπάζοντα μαψαύρας στόβους. 395
 
ψυχρὸν δʼ ἐπʼ ἀκταῖς ἐκβεβρασμένον νέκυν
 
δελφῖνος ἀκτὶς Σειρία καθαυανεῖ.
 
τάριχον ἐν μνίοις δὲ καὶ βρύοις σαπρὸν
 
κρύψει κατοικτίσασα Νησαίας κάσις,
 
δίσκου μεγίστου τάρροθος Κυναιθέως. 400
← Önceki Metin · 20 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi