Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
ναῦται λίαζον κἀπὸ γῆς ἐσχάζοσαν
 
ὕσπληγγας. αἱ δὲ παρθενοκτόνον Θέτιν
 
ἰουλόπεζοι θεῖνον εὐῶπες σπάθαις
 
πελαργοχρῶτες, αἱ Φαλακραῖαι κόραι,
 
ὑπὲρ Καλυδνῶν λευκὰ φαίνουσαι πτίλα, 25
 
ἄφλαστα, καὶ φώσσωνας ὠργυιωμένους
 
ἀπαρκτίαις πρηστῆρος αἴθωνος πνοαῖς.
 
ἡ δʼ ἔνθεον σχάσασα βακχεῖον στόμα,
 
ἄτης ἀπʼ ἄκρων βουπλανοκτίστων λόφων,
 
τοιῶνδʼ ἀπʼ ἀρχῆς ἦρχʼ Ἀλεξάνδρα λόγων· 30
 
αἰαῖ, τάλαινα θηλαμών, κεκαυμένη
 
καὶ πρόσθε μὲν πεύκαισιν οὐλαμηφόροις
 
τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
 
Τρίτωνος ἠμάλαψε κάρχαρος κύων·
 
ἔμπνους δὲ δαιτρὸς ἡπάτων φλοιδούμενος 35
 
τινθῷ λέβητος ἀφλόγοις ἐπʼ ἐσχάραις
 
σμήριγγας ἐστάλαξε κωδείας πέδῳ,
 
ὁ τεκνοραίστης, λυμεὼν ἐμῆς πάτρας,
 
ὁ δευτέραν τεκοῦσαν ἄτρωτον βαρεῖ
 
τύψας ἀτράκτῳ στέρνον, ἔν τʼ αὐλῷ μέσῳ 40
← Önceki Metin · 2 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi