Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
μνήμων ἐφετμάς, ἀλλᾶ ληθάργῳ σφαλείς,
 
πρηνὴς θανεῖται στέρνον οὐτασθεὶς ξίφει.
 
καὶ δὴ στένει Μύρινα καὶ παράκτιοι
 
ἵππων φριμαγμὸν ᾐόνες δεδεγμέναι,
 
ὅταν Πελασγὸν ἅλμα λαιψηροῦ ποδὸς 245
 
εἰς θῖνʼ ἐρείσας λοισθίαν αἴθων λύκος
 
κρηναῖον ἐξ ἄμμοιο ῥοιβδήσῃ γάνος,
 
πηγὰς ἀνοίξας τὰς πάλαι κεκρυμμένας.
 
καὶ δὴ καταίθει γαῖαν ὀρχηστὴς Ἄρης,
 
στρόμβῳ τὸν αἱματηρὸν ἐξάρχων νόμον. 250
 
ἅπασα δὲ χθὼν προὐμμάτων δῃουμένη
 
κεῖται, πέφρικαν δʼ ὥστε ληίου γύαι
 
λόγχαις ἀποστίλβοντες, οἰμωγὴ δέ μοι
 
ἐν ὠσὶ πύργων ἐξ ἄκρων ἰνδάλλεται,
 
πρὸς αἰθέρος κυροῦσα νηνέμους ἕδρας, 255
 
γόῳ γυναικῶν καὶ καταρραγαῖς πέπλων,
 
ἄλλην ἐπʼ ἄλλῃ συμφορὰν δεδεγμένων.
 
Ἐκεῖνό σʼ, ὦ τάλαινα καρδία, κακὸν
 
ἐκεῖνο δάψει πημάτων ὑπέρτατον,
 
εὖτʼ ἂν λαβράζων περκνὸς αἰχμητὴς χάρων, 260
← Önceki Metin · 13 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi