Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
τέταρτον ἐξ Ἄτλαντος ἀθλίου σπόρον,
 
τῶν αὐθομαίμων συγκατασκάπτην Πρύλιν,
 
τόμουρε πρὸς τὰ λῷστα νημερτέστατε·
 
μήδʼ Αἰσακείων οὑμὸς ὤφελεν πατὴρ
 
χρησμῶν ἀπῶσαι νυκτίφοιτα δείματα, 225
 
μιᾷ δὲ κρύψαι τοὺς διπλοῦς ὑπὲρ πάτρας
 
μοίρᾳ, τεφρώσας γυῖα Λημναίῳ πυρί·
 
οὐκ ἂν τοσῶνδε κῦμʼ ἐπέκλυσεν κακῶν.
 
καὶ δὴ Παλαίμων δέρκεται βρεφοκτόνος
 
ζέουσαν αἰθυίαισι πλεκτανοστόλοις 230
 
γραῖαν ξύνευνον Ὠγένου Τιτηνίδα.
 
καὶ δὴ διπλᾶ σὺν πατρὶ ῥαίεται τέκνα,
 
στερρῷ τυπέντι κλεῖδας εὐάρχῳ μύλῳ,
 
τὰ πρόσθεν αὐλητῆρος ἐκπεφευγότα
 
ψυδραῖσι φήμαις λαρνακοφθόρους ῥιφάς, 235
 
ᾧ δὴ πιθήσας στυγνὸς ἄρταμος τέκνων,
 
αἰθυιόθρεπτος πορκέων λιναγρέτης,
 
κρηθμοῖσι καὶ ῥαιβοῖσι νηρίταις φίλος,
 
χηλῷ κατεδρύφαξε διπτύχους γονάς.
 
σὺν τοῖς δʼ ὁ τλήμων, μητρὸς οὐ φράσας θεᾶς 240
← Önceki Metin · 12 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi