Thesauros Edebiyat hymns Ἀλεξάνδρα

Ἀλεξάνδρα

Ἀλεξάνδρα Lycophron
Bölümler
Metin 1–1474

Metin

 
σφῆκας δαφοινοὺς χηραμῶν ἀνειρύσας,
 
ὁποῖα κοῦρος δῶμα κινήσας καπνῷ·
 
οἱ δʼ αὖ προγεννήτειραν οὐλαμωνύμου
 
βύκταισι χερνίψαντες ὠμησταὶ πόριν,
 
τοῦ Σκυρίου δράκοντος ἔντοκον λεχώ, 185
 
ἣν ὁ ξύνευνος Σαλμυδησίας ἁλὸς
 
ἐντὸς ματεύων, Ἑλλάδος καρατόμον,
 
δαρὸν φαληριῶσαν οἰκήσει σπίλον
 
Κελτοῦ πρὸς ἐκβολαῖσι λιμναίων ποτῶν,
 
ποθῶν δάμαρτα, τήν ποτʼ ἐν σφαγαῖς κεμὰς 190
 
λαιμὸν προθεῖσα φασγάνων ἒκ ῥύσεται.
 
βαθὺς δʼ ἔσω ῥηγμῖνος αὐδηθήσεται
 
ἔρημος ἐν κρόκαισι νυμφίου δρόμος,
 
στένοντος ἄτας καὶ κενὴν ναυκληρίαν
 
καὶ τὴν ἄφαντον εἶδος ἠλλοιωμένην 195
 
γραῖαν σφαγείων ἠδὲ χερνίβων πέλας
 
Ἅιδου τε παφλάζοντος ἐκ βυθῶν φλογὶ
 
κρατῆρος, ὃν μέλαινα ποιφύξει φθιτῶν
 
σάρκας λεβητίζουσα δαιταλουργίᾳ.
 
χὠ μὲν πατήσει χῶρον αἰάζων Σκύθην, 200
← Önceki Metin · 10 / 74 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi