Thesauros Edebiyat hymns Hymn 32 To Selene

Hymn 32 To Selene

Hymn 32 To Selene Anonymous
Bölümler
Metin 1–20

Metin

 
Εἲς Σελήνην
 
μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,
 
ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·
 
ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος
 
κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν
 
αἴγλης λαμπούσης· στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ 5
 
χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται,
 
εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,
 
εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,
 
ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,
 
ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους, 10
 
ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος
 
λαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσιν
 
οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.
 
τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·
 
ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην, 15
 
ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.
 
χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,
 
πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶν
 
ᾄσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί,
Metin · 1 / 2 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi