Thesauros Edebiyat hymns Hymn 21 To Apollo

Hymn 21 To Apollo

Hymn 21 To Apollo Anonymous
Bölümler
Metin 1–5

Metin

 
φοῖβε, σὲ μὲν καὶ κύκνος ὑπὸ πτερύγων λίγʼ ἀείδει,
 
ὄχθῃ ἐπιθρώσκων ποταμὸν πάρα δινήεντα,
 
Πηνειόν· σὲ δʼ ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν
 
ἡδυεπὴς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδει.
 
καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ, ἵλαμαι δέ σʼ ἀοιδῇ. 5
Metin · 1 / 1

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi