Thesauros Edebiyat hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
Bölümler
Metin 1–293

Metin

 
ἄξεις δʼ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν. 280
 
ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων,
 
ἥ τις σοι φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
 
τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος, ὥς σε κελεύω·
 
φάσθαι τοι Νύμφης καλυκώπιδος ἔκγονον εἶναι,
 
αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ. 285
 
εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
 
ἐν φιλότητι μιγῆναι ἐυστεφάνῳ Κυθερείῃ,
 
Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
 
εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας,
 
ἴσχεο μηδʼ ὀνόμαινε, θεῶν δʼ ἐποπίζεο μῆνιν. 290
 
ὣς εἰποῦσʼ ἤιξε πρὸς οὐρανὸν ἠνεμόεντα.
 
χαῖρε, θεά, Κύπροιο ἐυκτιμένης μεδέουσα·
 
σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.
← Önceki Metin · 15 / 15

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi