Thesauros Edebiyat hymns Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite

Hymn 5 To Aphrodite Anonymous
Bölümler
Metin 1–293

Metin

 
Βῆ δʼ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα, 220
 
ἀθάνατόν τʼ εἶναι καὶ ζώειν ἤματα πάντα·
 
τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
 
νηπίη, οὐδʼ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
 
ἥβην αἰτῆσαι ξῦσαί τʼ ἄπο γῆρας ὀλοιόν.
 
τὸν δʼ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη, 225
 
Ἠοῖ τερπόμενος χρυσοθρόνῳ, ἠριγενείῃ
 
ναῖε παρʼ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
 
αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
 
καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
 
τοῦ δʼ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς, 230
 
αὐτὸν δʼ αὖτʼ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα,
 
σίτῳ τʼ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
 
ἀλλʼ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν,
 
οὐδέ τι κινῆσαι μελέων δύνατʼ οὐδʼ ἀναεῖραι,
 
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· 235
 
ἐν θαλάμῳ κατέθηκε, θύρας δʼ ἐπέθηκε φαεινάς.
 
τοῦ δʼ ἦ τοι φωνὴ ῥέει ἄσπετος, οὐδέ τι κῖκυς
 
ἔσθʼ, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
 
οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
← Önceki Metin · 12 / 15 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi