Thesauros Edebiyat hymns Hymn 4 To Hermes

Hymn 4 To Hermes

Hymn 4 To Hermes Anonymous
Bölümler
Metin 1–580

Metin

 
ἣ δὲ νέον σκοπιὴν προσεβήσατο δῖα Σελήνη,
 
Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. 100
 
τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς
 
Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους.
 
ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον
 
καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος.
 
ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους 105
 
καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας,
 
λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον·
 
σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην.
 
δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ
 
ἄρμενον ἐν παλάμῃ· ἄμπνυτο δὲ θερμὸς ἀυτμή· 110
 
Ἑρμῆς τοι πρώτιστα πυρήια πῦρ τʼ ἀνέδωκε.
 
πολλὰ δὲ κάγκανα κᾶλα κατουδαίῳ ἐνὶ βόθρῳ
 
οὖλα λαβὼν ἐπέθηκεν ἐπηετανά· λάμπετο δὲ φλὸξ
 
τηλόσε φῦσαν ἱεῖσα πυρὸς μέγα δαιομένοιο.
 
ὄφρα δὲ πῦρ ἀνέκαιε βίη κλυτοῦ Ἡφαίστοιο, 115
 
τόφρα δʼ ὑποβρύχους ἕλικας βοῦς εἷλκε θύραζε
 
δοιὰς ἄγχι πυρός· δύναμις δέ οἱ ἕσπετο πολλή.
 
ἀμφοτέρας δʼ ἐπὶ νῶτα χαμαὶ βάλε φυσιοώσας·
← Önceki Metin · 6 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi