Thesauros Edebiyat hymns Hymn 4 To Hermes

Hymn 4 To Hermes

Hymn 4 To Hermes Anonymous
Bölümler
Metin 1–580

Metin

 
πεντήκοντα βοῶν ἀντάξια ταῦτα μέμηλας.
 
ἡσυχίως καὶ ἔπειτα διακρινέεσθαι ὀίω·
 
νῦν δʼ ἄγε μοι τόδε εἰπέ, πολύτροπε Μαιάδος υἱέ,
 
ἦ σοί γʼ ἐκ γενετῆς τάδʼ ἅμʼ ἕσπετο θαυματὰ ἔργα 440
 
ἠέ τις ἀθανάτων ἠὲ θνητῶν ἀνθρώπων
 
δῶρον ἀγαυὸν ἔδωκε καὶ ἔφρασε θέσπιν ἀοιδήν;
 
θαυμασίην γὰρ τήνδε νεήφατον ὄσσαν ἀκούω,
 
ἣν οὐ πώ ποτέ φημι δαήμεναι οὔτε τινʼ ἀνδρῶν
 
οὔτε τινʼ ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσι, 445
 
νόσφι σέθεν, φηλῆτα, Διὸς καὶ Μαιάδος υἱέ.
 
τίς τέχνη, τίς μοῦσα ἀμηχανέων μελεδώνων,
 
τίς τρίβος; ἀτρεκέως γὰρ ἅμα τρία πάντα πάρεστιν,
 
εὐφροσύνην καὶ ἔρωτα καὶ ἥδυμον ὕπνον ἑλέσθαι.
 
καὶ γὰρ ἐγὼ Μούσῃσιν Ὀλυμπιάδεσσιν ὀπηδός, 450
 
τῇσι χοροί τε μέλουσι καὶ ἀγλαὸς οἶμος ἀοιδῆς
 
καὶ μολπὴ τεθαλυῖα καὶ ἱμερόεις βρόμος αὐλῶν·
 
ἀλλʼ οὔ πω τί μοι ὧδε μετὰ φρεσὶν ἄλλο μέλησεν,
 
οἷα νέων θαλίῃς ἐνδέξια ἔργα πέλονται.
 
θαυμάζω, Διὸς υἱέ, τάδʼ, ὡς ἐρατὸν κιθαρίζεις. 455
 
νῦν δʼ ἐπεὶ οὖν ὀλίγος περ ἐὼν κλυτὰ μήδεα οἶδας,
← Önceki Metin · 23 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi