Metin
ῥεῖα μάλʼ ἐπρήυνεν ἑκηβόλον, ὡς ἔθελʼ αὐτός,
καὶ κρατερόν περ ἐόντα· λαβὼν δʼ ἐπʼ ἀριστερὰ χειρὸς
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος· ἣ δʼ ὑπὸ χειρὸς
σμερδαλέον κονάβησε· γέλασσε δὲ Φοῖβος Ἀπόλλων
420
γηθήσας, ἐρατὴ δὲ διὰ φρένας ἤλυθʼ ἰωὴ
θεσπεσίης ἐνοπῆς καὶ μιν γλυκὺς ἵμερος ᾕρει
θυμῷ ἀκουάζοντα· λύρῃ δʼ ἐρατὸν κιθαρίζων
στῆ ῥʼ ὅ γε θαρσήσας ἐπʼ ἀριστερὰ Μαιάδος υἱὸς
Φοίβου Ἀπόλλωνος· τάχα δὲ λιγέως κιθαρίζων
425
γηρύετʼ ἀμβολάδην — ἐρατὴ δέ οἱ ἕσπετο φωνή —
κραίνων ἀθανάτους τε θεοὺς καὶ γαῖαν ἐρεμνήν,
ὡς τὰ πρῶτα γένοντο καὶ ὡς λάχε μοῖραν ἕκαστος.
Μνημοσύνην μὲν πρῶτα θεῶν ἐγέραιρεν ἀοιδῇ,
μητέρα Μουσάων· ἣ γὰρ λάχε Μαιάδος υἱόν·
430
τοὺς δὲ κατὰ πρέσβιν τε καὶ ὡς γεγάασιν ἕκαστος
ἀθανάτους ἐγέραιρε θεοὺς Διὸς ἀγλαὸς υἱός,
πάντʼ ἐνέπων κατὰ κόσμον, ἐπωλένιον κιθαρίζων.
τὸν δʼ ἔρος ἐν στήθεσσιν ἀμήχανος αἴνυτο θυμόν,
καὶ μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
435
βουφόνε, μηχανιῶτα, πονεύμενε, δαιτὸς ἑταῖρε,