Thesauros Edebiyat hymns Hymn 4 To Hermes

Hymn 4 To Hermes

Hymn 4 To Hermes Anonymous
Bölümler
Metin 1–580

Metin

 
ἀγροὺς δʼ ἐξίκοντο καὶ αὔλιον ὑψιμέλαθρον,
 
ἡχοῦ δὴ τὰ χρήματʼ ἀτάλλετο νυκτὸς ἐν ὥρῃ. 400
 
ἔνθʼ Ἑρμῆς μὲν ἔπειτα κιὼν παρὰ λάινον ἄντρον
 
ἐς φῶς ἐξήλαυνε βοῶν ἴφθιμα κάρηνα·
 
Λητοΐδης δʼ ἀπάτερθεν ἰδὼν ἐνόησε βοείας
 
πέτρῃ ἐπʼ ἠλιβάτῳ, τάχα δʼ εἴρετο κύδιμον Ἑρμῆν·
 
πῶς ἐδύνω, δολομῆτα, δύω βόε δειροτομῆσαι, 405
 
ὧδε νεογνὸς ἐὼν καὶ νήπιος; αὐτὸς ἐγώ γε
 
θαυμαίνω κατόπισθε τὸ σὸν κράτος· οὐδέ τί σε χρὴ
 
μακρὸν ἀέξεσθαι, Κυλλήνιε, Μαιάδος υἱέ.
 
ὣς ἄρ ἔφη καὶ χερσὶ περίστρεφε καρτερὰ δεσμὰ
 
[ἐνδῆσαι μεμαὼς Ἑρμῆν κρατεραῖσι λύγοισι.
 
τὸν δʼ οὐκ ἴσχανε δεσμά, λύγοι δʼ ἀπὸ τηλόσε πῖπτον]
 
ἄγνου· ταὶ δʼ ὑπὸ ποσσὶ κατὰ χθονὸς αἶψα φύοντο 410
 
αὐτόθεν, ἐμβολάδην ἐστραμμέναι ἀλλήλῃσι,
 
ῥεῖά τε καὶ πάσῃσιν ἐπʼ ἀγραύλοισι βόεσσιν,
 
Ἑρμέω βουλῇσι κλεψίφρονος· αὐτὰρ Ἀπόλλων
 
θαύμασεν ἀθρήσας. τότε δὴ κρατὺς Ἀργειφόντης
 
χῶρον ὑποβλήδην ἐσκέψατο, πῦρ ἀμαρύσσων, 415
 
ἐγκρύψαι μεμαώς· Λητοῦς δʼ ἐρικυδέος υἱὸν
← Önceki Metin · 21 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi