Thesauros Edebiyat hymns Hymn 4 To Hermes

Hymn 4 To Hermes

Hymn 4 To Hermes Anonymous
Bölümler
Metin 1–580

Metin

 
οὐδʼ ἀνδρῶν, ὁπόσοι λησίμβροτοί εἰσʼ ἐπὶ γαίῃ.
 
κλέψας δʼ ἐκ λειμῶνος ἐμὰς βοῦς ὤχετʼ ἐλαύνων 340
 
ἑσπέριος παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
 
εὐθὺ Πύλονδʼ ἐλάων· τὰ δʼ ἄρʼ ἴχνια δοιὰ πέλωρα,
 
οἷά τʼ ἀγάσσασθαι, καὶ ἀγαυοῦ δαίμονος ἔργα.
 
τῇσιν μὲν γὰρ βουσὶν ἐς ἀσφοδελὸν λειμῶνα
 
ἀντία βήματʼ ἔχουσα κόνις ἀνέφαινε μέλαινα· 345
 
αὐτὸς δʼ ἐκτὸς ὁδοῦ, τις ἀμήχανος, οὔτʼ ἄρα ποσσὶν
 
οὔτʼ ἄρα χερσὶν ἔβαινε διὰ ψαμαθώδεα χῶρον·
 
ἀλλʼ ἄλλην τινὰ μῆτιν ἔχων διέτριβε κέλευθα
 
τοῖα πέλωρʼ ὡς εἴ τις ἀραιῇσι δρυσὶ βαίνοι.
 
ὄφρα μὲν οὖν ἐδίωκε διὰ ψαμαθώδεα χῶρον, 350
 
ῥεῖα μάλʼ ἴχνια πάντα διέπρεπεν ἐν κονίῃσιν·
 
αὐτὰρ ἐπεὶ ψαμάθοιο μέγαν στίβον ἐξεπέρησεν,
 
ἄφραστος γένετʼ ὦκα βοῶν στίβος ἠδὲ καὶ αὐτοῦ
 
χῶρον ἀνὰ κρατερόν· τὸν δʼ ἐφράσατο βροτὸς ἀνὴρ
 
ἐς Πύλον εὐθὺς ἐλῶντα βοῶν γένος εὐρυμετώπων. 355
 
αὐτὰρ ἐπεὶ δὴ τὰς μὲν ἐν ἡσυχίῃ κατέερξε
 
καὶ διαπυρπαλάμησεν ὁδοῦ τὸ μὲν ἔνθα, τὸ δʼ ἔνθα,
 
ἐν λίκνῳ κατέκειτο μελαίνῃ νυκτὶ ἐοικώς,
← Önceki Metin · 18 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi