Metin
ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο
Ἑρμῆν κερτομέων καί μιν πρὸς μῦθον ἔειπε·
300
θάρσει, σπαργανιῶτα, Διὸς καὶ Μαιάδος υἱέ·
εὑρήσω καὶ ἔπειτα βοῶν ἴφθιμα κάρηνα
τούτοις οἰωνοῖσι· σὺ δʼ αὖθʼ ὁδὸν ἡγεμονεύσεις.
ὣς φάθʼ· ὃ δʼ αὖτʼ ἀνόρουσε θοῶς Κυλλήνιος Ἑομῆς,
σπουδῇ ἰών· ἄμφω δὲ παρʼ οὔατα χερσὶν ἐώθει
305
σπάργανον ἀμφʼ ὤμοισιν ἐελμένος, εἶπε δὲ μῦθον·
πῆ με φέρεις, Ἑκάεργε, θεῶν ζαμενέστατε πάντων;
ἦ με βοῶν ἕνεχʼ ὧδε χολούμενος ὀρσολοπεύεις;
ὦ πόποι, εἴθʼ ἀπόλοιτο βοῶν γένος· οὐ γὰρ ἐγώ γε
ὑμετέρας ἔκλεψα βόας οὐδʼ ἄλλον ὄπωπα,
310
αἵτινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.
δὸς δὲ δίκην καὶ δέξο παρὰ Ζηνὶ Κρονίωνι.
αὐτὰρ ἐπεὶ τὰ ἕκαστα διαρρήδην ἐρίδαινον
Ἑρμῆς τʼ οἰοπόλος καὶ Λητοῦς ἀγλαὸς υἱός,
ἀμφὶς θυμὸν ἔχοντες. ὃ μὲν νημερτέα φωνὴν
315
οὐκ ἀδίκως ἐπὶ βουσὶν ἐλάζυτο κύδιμον Ἑρμῆν,
αὐτὰρ ὃ τέχνῃσίν τε καὶ αἱμυλίοισι λόγοισιν
ἤθελεν ἐξαπατᾶν Κυλλήνιος Ἀργυρότοξον.