Thesauros Edebiyat hymns Hymn 4 To Hermes

Hymn 4 To Hermes

Hymn 4 To Hermes Anonymous
Bölümler
Metin 1–580

Metin

 
ταῦτά μοι εἰπέ, γεραιὲ παλαιγενές, εἴ που ὄπωπας
 
ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον. 200
 
τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·
 
ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο,
 
πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,
 
τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ
 
φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον· 205
 
αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
 
ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·
 
παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι,
 
ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει
 
νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν. 210
 
ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.
 
φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·
 
οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω
 
φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.
 
ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων 215
 
ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,
 
πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους·
 
ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·
← Önceki Metin · 11 / 30 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi