Thesauros Edebiyat hymns Hymn 3 To Apollo

Hymn 3 To Apollo

Hymn 3 To Apollo Anonymous
Bölümler
Metin 1–546

Metin

 
δεξιτερῇ μάλʼ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν, 535
 
σφάζειν αἰεὶ μῆλα· τὰ δʼ ἄφθονα πάντα παρέσται,
 
ὅσσα τʼ ἐμοί κʼ ἀγάγωσι περικλυτὰ φῦλʼ ἀνθρώπων·
 
νηὸν δὲ προφύλαχθε, δέδεχθε δὲ φῦλʼ ἀνθρώπων
 
ἐνθάδʼ ἀγειρομένων καὶ ἐμὴν ἰθύν τε μάλιστα.
 
[δείκνυσθε θνητοῖσι· σὺ δὲ φρεσὶ δέξο θέμιστα.
 
εἰ δέ τις ἀφραδίῃς οὐ πείσεται, ἀλλʼ ἀλογήσειAllen suggests these two lines to fill the lacuna.]
 
ἠέ τι τηΰσιον ἔπος ἔσσεται ἠέ τι ἔργον 540
 
ὕβρις θʼ, ἣ θέμις ἐστὶ καταθνητῶν ἀνθρώπων,
 
ἄλλοι ἔπειθʼ ὑμῖν σημάντορες ἄνδρες ἔσονται,
 
τῶν ὑπʼ ἀναγκαίῃ δεδμήσεσθʼ ἤματα πάντα.
 
εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι φύλαξαι.
 
καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς καὶ Λητοῦς υἱέ· 545
 
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.
← Önceki Metin · 28 / 28

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi