Thesauros Edebiyat hymns Hymn 3 To Apollo

Hymn 3 To Apollo

Hymn 3 To Apollo Anonymous
Bölümler
Metin 1–546

Metin

 
φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, 515
 
καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο
 
Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον,
 
οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα
 
ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν.
 
ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο 520
 
Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον
 
οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι·
 
δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν.
 
τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·
 
τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· 525
 
ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης
 
ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ·
 
πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν.
 
οὔτε τρυγηφόρος ἥδε γʼ ἐπήρατος οὔτʼ εὐλείμων,
 
ὥστʼ ἀπό τʼ εὖ ζώειν καὶ ἅμʼ ἀνθρώποισιν ὀπάζειν. 530
 
τοὺς δʼ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων·
 
νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας
 
βούλεσθʼ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ·
 
ῥηίδιον ἔπος ὔμμʼ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω,
← Önceki Metin · 27 / 28 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi