Thesauros Edebiyat hymns Hymn 3 To Apollo

Hymn 3 To Apollo

Hymn 3 To Apollo Anonymous
Bölümler
Metin 1–546

Metin

 
ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς 495
 
αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί.
 
δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
 
καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
 
αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε,
 
ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν, 500
 
εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.
 
ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο.
 
ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας,
 
ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες·
 
ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. 505
 
ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο
 
ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν·
 
καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης·
 
πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες
 
εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν. 510
 
δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ
 
καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.
 
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
 
βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων,
← Önceki Metin · 26 / 28 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi