Thesauros Edebiyat hymns Hymn 3 To Apollo

Hymn 3 To Apollo

Hymn 3 To Apollo Anonymous
Bölümler
Metin 1–546

Metin

 
πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδῆς, 20
 
ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους·
 
πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι
 
ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες
 
ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης.
 
ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, 25
 
κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ,
 
Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν
 
ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν,
 
ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις.
 
ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν 30
 
νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια,
 
Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος
 
Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα
 
Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα,
 
Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, 35
 
Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα
 
Λέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος,
 
καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται,
 
παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα
← Önceki Metin · 2 / 28 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi