Metin
ἐνθάδʼ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν
ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ
ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
260
ἀλλʼ ἔκ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι,
πημανέει σʼ αἰεὶ κτύπος ἵππων ὠκειάων
ἀρδόμενοί τʼ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων·
ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι
ἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων
265
ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα.
ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων
ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον,
ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.
ἔνθʼ οὔθʼ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων
270
ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ βωμόν,
ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα
ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ φρένας ἀμφιγεγηθὼς
δέξαιʼ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.
ὣς εἰποῦσʼ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ
275
Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδʼ Ἑκάτοιο.
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·