Thesauros Edebiyat hymns Hymn 3 To Apollo

Hymn 3 To Apollo

Hymn 3 To Apollo Anonymous
Bölümler
Metin 1–546

Metin

 
καὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες,
 
Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης.
 
στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ 220
 
τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα.
 
ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον,
 
βῆς ἄνʼ ὄρος ζάθεον, χλωρόν· τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ
 
ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην.
 
Θήβης δʼ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ· 225
 
οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ,
 
οὐδʼ ἄρα πω τότε γʼ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι
 
Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη.
 
ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον,
 
Ὀγχηστὸν δʼ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος· 230
 
ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ
 
ἕλκων ἅρματα καλά· χαμαὶ δʼ ἐλατὴρ ἀγαθός περ
 
ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν
 
κείνʼ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες.
 
εἰ δέ κεν ἅρματʼ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, 235
 
ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν·
 
ὣς γὰρ τὰ πρώτισθʼ ὁσίη γένεθʼ· οἳ δὲ ἄνακτι
← Önceki Metin · 12 / 28 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi