Thesauros Edebiyat hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
Τριπτολέμῳ τε Πολυξείνῳ, ἐπὶ τοῖς δὲ Διοκλεῖ
 
σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
 
οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν.
 
ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων· 480
 
ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων
 
αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι.
 
αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων,
 
βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων.
 
ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ 485
 
σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι
 
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
 
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
 
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
 
ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα 490
 
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
 
πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα,
 
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια·
 
πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε.
 
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. 495
← Önceki Metin · 25 / 25

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi