Thesauros Edebiyat hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
ἔνθʼ ἐπέβη πρώτιστον ἀπʼ αἰθέρος ἀτρυγέτοιο·
 
ἀσπασίως δʼ ἴδον ἀλλήλας, κεχάρηντο δὲ θυμῷ.
 
τὴν δʼ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος·
 
δεῦρο τέκος, καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς 460
 
ἐλθέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
 
δωσέμεν, ἅς κʼ ἐθέλῃσθα μετʼ ἀθανάτοισι θεοῖσι.
 
νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιο
 
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
 
τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν. 465
 
ὣς ἄρʼ ἔφη τελέεσθαι· ἑῷ δʼ ἐπένευσε κάρητι.
 
ἀλλʼ ἴθι, τέκνον ἐμόν, καὶ πείθεο, μηδέ τι λίην
 
ἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι.
 
αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν.
 
ὣς ἔφατʼ. οὐδʼ ἀπίθησεν ἐυστέφανος Δημήτηρ· 470
 
αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων·
 
πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
 
ἔβρισʼ· ἣ δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
 
δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
 
Εὐμόλπου τε βίῃ Κελεῷ θʼ ἡγήτορι λαῶν 475
 
δρησμοσύνην θʼ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι,
← Önceki Metin · 24 / 25 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi