Thesauros Edebiyat hymns Hymn 2 To Demeter

Hymn 2 To Demeter

Hymn 2 To Demeter Anonymous
Bölümler
Metin 1–495

Metin

 
γηθοσύνας δʼ ἐδέχοντο παρʼ ἀλλήλων ἔδιδόν τε.
 
τῇσιν δʼ ἐγγύθεν ἦλθʼ Ἑκάτη λιπαροκρήδεμνος·
 
πολλὰ δʼ ἄρʼ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν·
 
ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετʼ ἄνασσα. 440
 
ταῖς δὲ μέτʼ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
 
Ῥείην ἠύκομον, Δημήτερα κυανόπεπλον
 
ἀξέμεναι μετὰ φῦλα θεῶν, ὑπέδεκτο δὲ τιμὰς
 
δωσέμεν, ἅς κεν ἕλοιτο μετʼ ἀθανάτοισι θεοῖσι·
 
νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο 445
 
τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα,
 
τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν.
 
ὣς ἔφατʼ· οὐδʼ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων.
 
ἐσσυμένως δʼ ἤιξε κατʼ Οὐλύμποιο καρήνων,
 
ἐς δʼ ἄρα Ῥάριον ἷξε, φερέσβιον οὖθαρ ἀρούρης 450
 
τὸ πρίν, ἀτὰρ τότε γʼ οὔτι φερέσβιον, ἀλλὰ ἕκηλον
 
ἑστήκει πανάφυλλον· ἔκευθε δʼ ἄρα κρῖ λευκὸν
 
μήδεσι Δήμητρος καλλισφύρου· αὐτὰρ ἔπειτα
 
μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
 
ἦρος ἀεξομένοιο, πέδῳ δʼ ἄρα πίονες ὄγμοι 455
 
βρισέμεν ἀσταχύων, τὰ δʼ ἐν ἐλλεδανοῖσι δεδέσθαι.
← Önceki Metin · 23 / 25 Sonraki →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi